Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.216 Joseph. AJ 8.220 (English) >>Joseph. AJ 8.224

8.218τούτοις ἡσθεὶς βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον, τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δʼ ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος προεφήτευσεν Ἀχίας. 8.219

Πληγέντες δʼ ὑπὸ τῶν λόγων καὶ ἀλγήσαντες ὡς ἐπὶ πείρᾳ τοῖς εἰρημένοις ἠγανάκτησαν καὶ μέγα πάντες ἐκβοήσαντες οὐκέτι οὐδὲν αὐτοῖς οὐδὲ συγγενὲς πρὸς Δαυίδην καὶ τοὺς ἀπʼ αὐτοῦ μετʼ ἐκείνην ἔφασαν τὴν ἡμέραν· παραχωρεῖν δʼ αὐτῷ μόνον τὸν ναὸν ὃν πάππος αὐτοῦ κατεσκεύασεν εἰπόντες καταλείψειν ἠπείλησαν. 8.220οὕτως δʼ ἔσχον πικρῶς καὶ τὴν ὀργὴν ἐτήρησαν, ὡς πέμψαντος αὐτοῦ τὸν ἐπὶ τῶν φόρων Ἀδώραμον, ἵνα καταπραΰνῃ καὶ συγγνόντας τοῖς εἰρημένοις, εἴ τι προπετὲς καὶ δύσκολον ἦν ἐν αὐτοῖς, ποιήσῃ μαλακωτέρους, οὐχ ὑπέμειναν, ἀλλὰ βάλλοντες αὐτὸν λίθοις ἀπέκτειναν. 8.221ταῦτʼ ἰδὼν Ῥοβόαμος καὶ νομίσας αὑτὸν βεβλῆσθαι τοῖς λίθοις, οἷς τὸν ὑπηρέτην ἀπέκτεινεν αὐτοῦ τὸ πλῆθος, δείσας μὴ καὶ ἔργῳ πάθῃ τὸ δεινὸν ἐπιβὰς εὐθὺς ἐπὶ ἅρματος ἔφυγεν εἰς Ἱεροσόλυμα. καὶ μὲν Ἰούδα φυλὴ καὶ Βενιαμίδος χειροτονοῦσιν αὐτὸν βασιλέα, τὸ δὲ ἄλλο πλῆθος ἀπʼ ἐκείνης τῆς ἡμέρας τῶν Δαυίδου παίδων ἀποστὰν τὸν Ἱεροβόαμον ἀπέδειξε τῶν πραγμάτων κύριον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.216 Joseph. AJ 8.220 (English) >>Joseph. AJ 8.224

Powered by PhiloLogic